Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 29.8 Dem. 29.11 (English) >>Dem. 29.14

29.9τῶν μαρτυριῶν ὅσαι μὲν αὐτοῦ χρήματʼ ἔχειν κατεμαρτύρουν, ᾔδει σαφῶς ὅτι τοσούτῳ μᾶλλον ἐξελεγχθήσεται ταῦτʼ ἔχων, ὅσῳ πλείων λόγος δοθήσεται καθʼ ἓν περὶ ἑκάστου. τοῦτο δʼ ἔμελλεν ἐν τῇ τῶν ψευδομαρτυρίων ἔσεσθαι κρίσει· γὰρ τότʼ ἐν μικρῷ μέρει τινὶ τοῦ παντὸς ὕδατος μετὰ τῶν ἄλλων κατηγορήσαμεν, νῦν πρὸς ἅπαν τὸ ὕδωρ αὐτὸ καθʼ αὑτὸ διδάξειν ἐμέλλομεν. 29.10ἀποκρίσει δʼ ἐπισκηψάμενος ἐνόμιζεν, ὥσπερ τόθʼ ὡμολόγησεν, οὕτω πάλιν ἔξαρνος γενέσθαι ταῦτʼ ἐφʼ ἑαυτῷ γενήσεσθαι. διὰ ταῦτα τήνδε διώκει. βούλομαι δὴ ταύτην, ὡς ἔστιν ἀληθής, ἐπιδεῖξαι σαφῶς πᾶσιν ὑμῖν, οὐκ ἐξ εἰκότων οὐδὲ λόγων πρὸς τὸ παρὸν μεμηχανημένων, ἀλλʼ ἐκ τοῦ παρὰ πᾶσιν ὑμῖν δόξοντος, ὡς ἐγὼ νομίζω, δικαίου. σκοπεῖτε δʼ ἀκούσαντες.

29.11ἐγὼ γάρ, ἄνδρες δικασταί, περὶ τῆς μαρτυρίας τῆς ἐν τῷ γραμματείῳ γεγραμμένης εἰδὼς ὄντα μοι τὸν ἀγῶνα, καὶ περὶ τούτου τὴν ψῆφον ὑμᾶς οἴσοντας ἐπιστάμενος, ᾠήθην δεῖν μηδὲν ἄλλο τούτου πρότερον τοῦτον προκαλούμενος ἐλέγξαι. καὶ τί ποιῶ; παραδοῦναι παῖδʼ ἤθελον αὐτῷ γράμματʼ ἐπιστάμενον βασανίζειν, ὃς παρῆν ὅθʼ ὡμολόγει ταῦθʼ οὗτος, καὶ τὴν μαρτυρίαν ἔγραφεν, οὐδὲν ὑφʼ ἡμῶν κελευσθεὶς κακοτεχνεῖν, οὐδὲ τὸ μὲν γράφειν, τὸ δʼ ἀφαιρεῖν ὧν οὗτος εἰρήκει περὶ τούτων, ἀλλʼ ἁπλῶς ὑπὲρ τοῦ πάντα τἀληθῆ καὶ τὰ τούτῳ ῥηθέντα γράψαι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 29.8 Dem. 29.11 (English) >>Dem. 29.14

Powered by PhiloLogic